[148] [cap.2.6] Κἂν ⟨εἰ⟩ ἐπὶ τούτοις μὴ σωφρονίζοιντο πλαγιάζοντες καὶ τὰς ἐπ’ ἀλήθειαν ἀγούσας εὐθυτενεῖς ὁδοὺς ἐκτρεπόμενοι, δειλία καὶ φόβος ταῖς ψυχαῖς αὐτῶν ἐνιδρυθήσεται, καὶ φεύξονται μὲν οὐδενὸς διώκοντος, φήμαις δὲ οἷα φιλεῖ ψευδέσι πεσοῦνται προτροπάδην, φύλλου τε κτύπος [M.433] κουφότατος δι’ ἀέρος φερόμενος τοσαύτην ἀγωνίαν καὶ πτοίαν ἐργάσεται, [68] [69] ὅσην ὁ τραχύτατος πόλεμος ἐκ δυνατωτέρων ἐχθρῶν, ὡς καὶ τέκνα γονέων καὶ γονεῖς τέκνων καὶ ἀδελφοὺς ἀδελφῶν ὑπεριδεῖν, ἐκ μὲν τῆς ἀλλήλων ἐπιβοηθείας ἅλωσιν προσδοκήσαντας, σωτηρίαν δ’ ἐκ τοῦ ἑαυτοὺς ἀποδιδράσκειν ἕκαστον.