[145] οἷς ἐπακολουθεῖ τῆς ἁρμονίας καὶ συμφωνίας τῶν μελῶν πάρεσις πρότερον πονηθέντων ἁλμυροῦ καὶ πάνυ πικροῦ φορᾷ ῥεύματος εἴσω παραδυομένου καί, ὁπότε στενοῖς ἐγκατακλεισθείη πόροις εὐμαρεῖς διεξόδους οὐκ ἔχουσι, θλιβομένου τε καὶ θλίβοντος εἰς πικρῶν καὶ δυσυπομονήτων γένεσιν ἀλγηδόνων, ἐξ ὧν φύεται τὰ ποδαγρικὰ καὶ ἀρθριτικὰ πάθη καὶ νοσήματα, πρὸς ἃ σωτήριον οὐδὲν ἐπενοήθη φάρμακον, ἀλλ’ ἔστιν ἀνθρωπίναις ἐπινοίαις ἀνίατα.