Pular para o conteúdo

De praemiis et poenis. De exsecrationibus

Philo of Alexandria · Parte 132

[132] ποῦ γὰρ ἢ σίδηρος ἐσταχυηφόρησεν ἢ ὑετὸν ἤνεγκε χαλκός, ὧν χρεῖα τὰ ζῷα καὶ μάλιστα τὸ ἐπίκηρον καὶ πολλῶν ἐπιδεές, ἄνθρωπος; μηνύει δ’ οὐ μόνον ἀφορίαν καὶ τῶν ἐτησίων ὡρῶν φθοράν, ἀλλὰ καὶ πολέμων γενέσεις καὶ τῶν ἐν τούτοις ἀφορήτων καὶ ἀμυθήτων κακῶν· χαλκὸς γὰρ καὶ σίδηρος πολεμιστηρίων ὅπλων ὗλαι.