Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 99

[99] πατὴρ οὖν ἐστιν εἰκότως ⟨ὁ⟩ ἅπαντα μεταχαράττων καὶ μεταποιῶν τὰ καλὰ τῶν τὸ αἰσθητὸν καὶ ἄψυχον ἅπαν ἐζηλωκότων· εἰ γὰρ τὰς ἀσωμάτους ⟨καὶ⟩ νοητὰς φύσεις μετεδίωκε, τοὺς ὁρισθέντας ὑπὸ τῶν πρεσβυτέρων ὅρους ἐφύλαττεν ἄν, οὓς ὑπὲρ ἀρετῆς ὥρισαν ἕκαστον αὐτῆς εἶδος οἰκείῳ τύπῳ χαράξαντες.