[96] ἑκάτερον γὰρ εἰ καὶ ἰσότιμον, ἀλλ’ οὐ τὸ πάντως ἅγιόν ἐστιν. [cap.28] ἅγιον δὲ πρᾶγμα δοκιμάζεται διὰ τριῶν μαρτύρων, ἀριθμοῦ μέσου, παιδείας, ἀριθμοῦ τελείου. διὸ λέγεται· "πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον“. τὸ μὲν γὰρ ἀπαξιωθὲν ἀριθμοῦ βέβηλον, οὐχ ἅγιον, τὸ δὲ καταριθμηθὲν ἅτε ἐγκεκριμένον ἤδη δόκιμον. τὸν γοῦν ὑπὸ Ἰωσὴφ [33] ἐν Αἰγύπτῳ συναχθέντα σῖτόν φησιν ὁ νόμος μὴ δυνηθῆναι ἀριθμηθῆναι, καὶ ἐπιφέρει· „οὐ γὰρ ἦν ἀριθμός“ (Gen. 41,49), ἐπειδὴ τὰ τοῦ σώματος καὶ τῶν Αἰγυπτίων παθῶν θρεπτικὰ οὐκ ἄξια συνόλως ἀριθμεῖσθαι.