Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 92

[92] τίνες ⟨δ’⟩ αἱ τῶν ἀγγέλων αὐτοῦ λήξεις καὶ τίς ἡ τοῦ παντάρχου καὶ ἡγεμόνος ἀποκεκληρωμένη μοῖρα; τῶν μὲν οὖν ὑπηρετῶν αἱ ἐν εἴδει ἀρεταί, τοῦ δὲ ἡγεμόνος τὸ ἐπίλεκτον γένος Ἰσραήλ· ὁ γὰρ ὁρῶν τὸν θεὸν ὑπὸ ἐκπρεπεστάτου κάλλους ἀγόμενος τῷ ὁρωμένῳ προσκεκλήρωταί τε καὶ μεμέρισται.