[90] [M.242] ἆρ’ οὖν ἐὰν πύθωμαι τοῦ γεννήσαντος καὶ θρέψαντός με πατρὸς ἢ τῶν ἐκείνου μὲν ἡλικιωτῶν, ἐμοῦ δὲ πρεσβυτέρων, ἦ διένειμεν ἔθνη ὁ θεὸς ἢ ἔσπειρεν ἢ ᾤκισεν, ἀποκρινοῦνταί μοι παγίως, ὥσπερ τῷ μερισμῷ παρηκολουθηκότες ἐκείνῳ; οὐ μὲν οὖν, ἀλλὰ φήσουσιν ὅτι καὶ ἡμεῖς ἐφ’ ἡλικίας παρὰ τῶν γονέων καὶ ἔτι ἀρχαιοτέρων φιλοπευστήσαντες οὐδὲν σαφὲς ἀνεμάθομεν· οὐδὲν γὰρ εἶχον ὅ τι διδάξουσιν ἡμᾶς καὶ αὐτοὶ πάλιν ἄλλων ἀξιώσαντες γενέσθαι ἐπιστημόνων ἀνεπιστήμονες γνώριμοι.