Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 79

[79] ὁ δὲ τῶν ἀνθρωπίνων ἀπορριφείς, ὁ ταπεινὸς καὶ χαμαίζηλος Λάμεχ, προτέραν Ἀδὰ ἄγεται γυναῖκα, ἥτις ἑρμηνεύεται μαρτυρία, προξενήσας ἑαυτῷ αὐτὸς τὸν γάμον· οἴεται γὰρ τὴν κατὰ τὰς εὐθίκτους ἐπιβολὰς λείαν κίνησιν καὶ διέξοδον τοῦ νοῦ, μηδενὸς [τῶν] εἰς εὐμαρῆ κατάληψιν κωλυσιεργοῦντος, ἀγαθὸν εἶναι πρῶτον ἀνθρώπῳ.