Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 73

[73] [cap.21] τί δ’ ἕπεται τῷ μὴ κατὰ βούλημα τὸ τοῦ θεοῦ ζῶντι ἢ θάνατος ὁ ψυχῆς; οὗτος δὲ ὀνομάζεται Μαθουσάλα, ὃς ἑρμηνευθεὶς ἦν ἀποστολὴ θανάτου. διὸ τοῦ Μαιὴλ υἱός ἐστι (Gen. 4, 18), τοῦ τὸν ἴδιον βίον ἀπολελοιπότος, ᾧ τὸ ἀποθνῄσκειν ἐπιπέμπεται, ψυχῆς θάνατος, ἣ κατὰ πάθος ἄλογόν ἐστιν αὐτῆς μεταβολή.