Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 57

[57] ἡ δὲ Ὢν καλεῖται μὲν βουνός, ἔστι δὲ συμβολικῶς ὁ νοῦς· ἐπὶ γὰρ τοῦτον [19] [20] οἱ πάντων θησαυρίζονται λόγοι. μάρτυς δὲ καὶ ὁ νομοθέτης τὴν Ὢν Ἡλίου πόλιν προσαγορεύσας· ὥσπερ γὰρ ἀνατείλας ἥλιος τὰ κρυπτόμενα νυκτὶ ἐμφανῶς ἐπιδείκνυται, οὕτως ὁ νοῦς τὸ οἰκεῖον φῶς ἀποστέλλων πάντα καὶ τὰ σώματα καὶ τὰ πράγματα τηλαυγῶς παρασκευάζει καταλαμβάνεσθαι.