Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 52

[52] [cap.15] ἐπειδὴ τοίνυν πᾶσα πόλις ἐξ οἰκοδομημάτων καὶ οἰκητόρων καὶ νόμων συνέστηκε, τὰ μὲν οἰκοδομήματά ἐστιν αὐτῷ λόγοι οἱ ἀποδεικνύντες, οἷς καθάπερ ἀπὸ τείχους πρὸς τὰς τῶν ἐναντίων ἀπομάχεται προσβολὰς πιθανὰς εὑρέσεις κατὰ τῆς ἀληθείας μυθοπλαστῶν, οἰκήτορες δὲ οἱ ἀσεβείας, ἀθεότητος, φιλαυτίας, μεγαλαυχίας, ψευδοῦς δόξης ἑταῖροι δοκησίσοφοι, τὸ πρὸς ἀλήθειαν σοφὸν οὐκ εἰδότες, ἄγνοιαν καὶ ἀπαιδευσίαν καὶ ἀμαθίαν καὶ τὰς ἄλλας ἀδελφὰς καὶ συγγενεῖς κῆρας συγκεκροτηκότες, νόμοι δὲ ἀνομίαι, ἀδικίαι, τὸ [17] [18] ἄνισον, τὸ ἀκόλαστον, θρασύτης, ἀπόνοια, αὐθάδεια, ἡδονῶν ἀμετρίαι, τῶν παρὰ φύσιν ἄλεκτοι ἐπιθυμίαι.