[38] κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών.