Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 35

[35] μέτρον εἶναι πάντων χρημάτων τὸν ἀνθρώπινον νοῦν· ᾗ καὶ τῶν παλαιῶν τινα σοφιστῶν ὄνομα [13] [14] Πρωταγόραν φασὶ χρήσασθαι, τῆς Κάιν ἀπονοίας ἔκγονον. τεκμαίρομαι δὲ ἐνθένδε ὅτι γνωρισθεῖσα αὐτῷ ἡ γυνὴ τὸν Ἐνὼχ ἀπέτεκεν· ἑρμηνεύεται δὲ Ἐνὼχ χάρις σου.