Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 33

[33] [cap.11] Ταῦτ’ εἰπών φησιν ἑξῆς· "καὶ ἔγνω Κάιν [φησί] τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ“ (Gen. 4, 17). ἆρ’ οὐκ εἰκὸς διαπορῆσαι, τίνα ἔγνω γυναῖκα ὁ Κάιν; γένεσις γὰρ οὐδεμιᾶς ἄλλης μετὰ τὴν ἐκ τῆς πλευρᾶς διαπλασθεῖσαν Εὔαν ἄχρι νῦν μεμήνυται γυναικός.