Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 26

[26] οὗ χάριν ἐν ἑτέροις „κεκατηραμένον ὑπὸ θεοῦ τὸν κρεμάμενον ἐπὶ ξύλου“ φησίν (Deut. 21, 23), ὅτι, θεοῦ δέον ἐκκρέμασθαι, [9] [10] ὁ δὲ ἀπῃώρησεν ἑαυτὸν σώματος, ὅς ἐστιν ἐν ἡμῖν ξύλινος ὄγκος, ἐπιθυμίαν ἐλπίδος ἀντικαταλλαξάμενος, ἀγαθοῦ τελείου μέγιστον κακόν. ἐλπὶς μὲν γὰρ τῶν ἀγαθῶν οὖσα προσδοκία ἐκ τοῦ φιλοδώρου θεοῦ τὴν διάνοιαν ἀρτᾷ, ἐπιθυμία δὲ ἀλόγους ἐμποιοῦσα ὀρέξεις ἐκ τοῦ σώματος, ὃ δεξαμενὴν καὶ χώραν ἡδονῶν ἡ φύσις ἐδημιούργησεν.