[22] [cap.7] Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ [7] [8] ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν.