[20] λέγεται δ’ ὅτι καὶ ἐγγύτατα ὁ αὐτὸς ὢν καὶ μακράν ἐστιν, ἁπτόμενος μὲν ταῖς ποιητικαῖς καὶ κολαστηρίοις δυνάμεσι πλησίον ὑπαρχούσαις ἑκάστου, πορρωτάτω δὲ τῆς κατὰ τὸ εἶναι φύσεως αὑτοῦ τὸ γενητὸν ἀπεληλακώς, ὡς μηδὲ κατὰ τὰς ἀκραιφνεῖς καὶ ἀσωμάτους τῆς [M.230] διανοίας ἐπιβολὰς ψαῦσαι δύνασθαι.