Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 184

[184] τὴν γὰρ ἱερωμένην διάνοιαν λειτουργὸν καὶ θεραπευτρίδα οὖσαν αὐτοῦ πάνθ’ οἷς ὁ δεσπότης χαίρει πράττειν ἀνάγκη· χαίρει δὲ εὐνομίας καὶ εὐσταθείας βεβαιώσει, πολέμων δὲ καὶ στάσεων ἀνατροπῇ, οὐχὶ τῶνδε μόνων οὓς αἱ πόλεις ποιοῦνται πρὸς ἀλλήλας, ἀλλὰ καὶ τῶν κατὰ ψυχήν· μείζονες δ’ εἰσὶν οὗτοι καὶ χαλεπώτεροι, ἅτε καὶ τὸ θειότερον τῶν ἐν ἡμῖν λογισμὸν αἰκιζόμενοι, τῶν ὅπλων ἄχρι τῆς σωμάτων καὶ χρημάτων ζημίας προερχομένων, ψυχὴν δὲ ὑγιαίνουσαν μηδέποτε βλάψαι δυναμένων.