Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 175

[175] τοῦ δὲ ἀνωσμένου καὶ κλιθέντος ὑπὸ ψυχῆς ἀσθενείας Λὼτ αἱ δύο θυγατέρες, βουλὴ καὶ συγκατάθεσις, ἐκ τοῦ νοῦ τοῦ πατρὸς αὑτῶν ἐθέλουσι παιδοποιεῖσθαι (Gen. 19,32), μαχόμεναι τῷ λέγοντι· „ἐξανέστησέ μοι ὁ θεός“. ὃ γὰρ ἐκείνῳ τὸ ὄν, τοῦθ’ αὑταῖς φασι τὸν [63] νοῦν περιποιεῖσθαι δύνασθαι, μεθυούσης καὶ παραφόρου ψυχῆς δόγμα εἰσηγούμεναι· νήφοντος μὲν γὰρ ἔργον λογισμοῦ καὶ ⟨σώφρονος⟩ τὸν θεὸν ὁμολογεῖν ποιητὴν καὶ πατέρα τοῦ παντός, πίπτοντος δ’ ὑπὸ μέθης καὶ παροινίας ἑαυτὸν ἑκάστου τῶν ἀνθρωπείων πραγμάτων εἶναι δημιουργόν.