[171] τὰ μὲν γὰρ ὑπὸ τῶν θνητῶν καταβαλλόμενα σπέρματα πρὸς ζῴων [M.259] ἢ φυτῶν γένεσιν οὐ πάντα τελεσιουργεῖται, ἀγαπητὸν δ’ εἰ μὴ τὰ φθειρόμενα πλείω τῶν διαμενόντων ἐστί· σπείρει δ’ ὁ θεὸς ἐν ψυχαῖς ἀτελὲς οὐδέν, ἀλλ’ οὕτως καίρια καὶ τέλεια, ὡς εὐθὺς ἐπιφέρεσθαι τὴν τῶν ἰδίων καρπῶν