[17] ἑαυτοῦ τὸν κατὰ τὸ εἶναι θεὸν ἀναδιδαχθῆναι. [cap.6] διὰ τοῦτο καὶ Ἀβραὰμ ἐλθὼν εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ θεός, τῇ τρίτῃ ἡμέρᾳ ἀναβλέψας ὁρᾷ τὸν τόπον μακρόθεν (Gen. 22, 3. 4). ποῖον τόπον; ἆρ’ εἰς ὃν ἦλθε; καὶ πῶς ἔστι μακράν, εἴπερ ἔφθη παραγενόμενος;