Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 167

[167] τὸ δὲ πρὸς ἀλήθειαν ὂν οὐ δι’ ὤτων μόνον, ἀλλὰ τοῖς διανοίας ὄμμασιν ἐκ τῶν κατὰ τὸν κόσμον δυνάμεων καὶ ἐκ τῆς συνεχοῦς καὶ ἀπαύστου τῶν ἀμυθήτων ἔργων φορᾶς κατανοεῖσθαί τε καὶ γνωρίζεσθαι συμβέβηκε. διόπερ ἐν ᾠδῇ μείζονι λέγεται ἐκ προσώπου τοῦ θεοῦ· „ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι“ (Deut. 33,39), τοῦ ὄντως ὄντος ἐναργείᾳ μᾶλλον [ἀντι] καταλαμβανομένου ἢ λόγων ἀποδείξει συνισταμένου.