Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 162

[162] [cap.47] καὶ τί δεῖ περὶ ἑκάστου διεξιόντα μακρηγορεῖν; ἤδη γὰρ τοῦτο παρὰ τοῖς δοκιμωτάτοις τῶν πάλαι λογίων ὡμολόγηται, οἳ τῶν μὲν ἀλόγων μητέρα τὴν φύσιν, ἀνθρώπων δὲ μητρυιὰν [M.257] ἔφασαν εἶναι, τὴν κατὰ σῶμα τῶν μὲν ἀσθένειαν, τῶν δὲ ὑπερβάλλουσαν ἐν ἅπασιν ἰσχὺν κατανοήσαντες. [59] [60] εἰκότως οὖν κατήλεσε τὸν μόσχον ὁ τεχνίτης, τουτέστιν εἰς μέρη διελὼν τὰ οἷς σῶμα πλεονεκτεῖ πάντα τοῦ πρὸς ἀλήθειαν ἐπέδειξεν ἀγαθοῦ μακρὰν διεστῶτα καὶ μηδὲν τῶν ἐφ’ ὕδατος σπειρομένων διαφέροντα.