Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 157

[157] ᾔδει γάρ, ἅτε δημιουργὸς ὤν, ὅτι τῶν ὄντων οὐδενός, εἰ μὴ προσγένοιτο σφοδρὸς [M.256] ἔρως, ἔνεστι περιγενέσθαι. ὅσα οὖν ἐπιτηδεύουσιν ἄνθρωποι, δίχα μὲν οἰκειώσεως τῆς πρὸς αὐτὰ τὸ ἁρμόττον τέλος οὐ λαμβάνει, προσγενομένης δὲ φιλίας καὶ τῆς πρὸς τὸ ποθούμενον συντήξεως ἄκρως κατορθοῦται.