[140] τεχνικώτατα μέντοι χαρακτηρίζει τὴν τῆς διδασκούσης καὶ [49] [50] ὠφελούσης ὑφήγησιν· „σπεύσασα“ γάρ φησι „καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς“, διὰ μὲν τοῦ σπουδάσαι τῆς πρὸς τὸ εὐεργετεῖν ἐμφαινομένης ὀξύτητος, ἣ ἀπὸ γνώμης συνίσταται, ἧς ὑπερόριος ἐκτετόξευται φθόνος, διὰ δὲ τοῦ καθελεῖν ἐπὶ τὸν βραχίονα αὐτῆς ⟨τῆς⟩ πρὸς τὸν μανθάνοντα τοῦ διδάσκοντος ἐπικλινοῦς καὶ προσεχοῦς οἰκειώσεως.