Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 133

[133] τίς οὐκ ἂν θαυμάσειε τὴν περὶ πάντα ἀκρίβειαν τοῦ νομοθέτου; παρθένον εἶπε τὴν Ῥεβέκκαν, καὶ πάνυ καλὴν παρθένον, ὅτι ἀμιγὴς καὶ ἄδολος καὶ ἀμίαντος ἡ ἀρετῆς φύσις καὶ μόνη τῶν ἐν γενέσει καλή τε καὶ ἀγαθή· ἀφ’ ἧς καὶ τὸ στωικὸν ἐβλάστησε δόγμα τὸ μόνον εἶναι τὸ καλὸν ἀγαθόν.