Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 127

[127] [cap.37] διὸ καὶ ἐν [44] [45] Γενέσει λέγεται· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2,6). ἐπεὶ γὰρ ὅλου τοῦ σώματος μέρος ἐξαίρετον ἔνειμεν ἡ φύσις τὸ πρόσωπον αἰσθήσεσιν, ἡ ἀνιοῦς’ ἀφ’ ἡγεμονικοῦ πηγὴ σχιζομένη πολλαχῇ καθάπερ τινὰς ὑδρορρόας ἀναστείλασα μέχρι προσώπου, δι’ αὐτῶν τὰς δυνάμεις ἐφ’ ἕκαστον ἄγει τῶν αἰσθητικῶν ὀργάνων. οὕτως μέντοι καὶ ὁ θεοῦ λόγος [M.250] ποτίζει τὰς ἀρετάς· ἀρχὴ γὰρ καὶ πηγὴ καλῶν πράξεων οὗτος.