Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 124

[124] [cap.36] Περὶ μὲν οὖν τῶν Λάμεχ γυναικῶν τε καὶ ἐκγόνων ἱκανῶς οἶμαι δεδηλῶσθαι· τὴν δ’ ὥσπερ παλιγγενεσίαν Ἄβελ τοῦ δολοφονηθέντος σκεψώμεθα. „ἔγνω“ φησίν „Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Εὔαν, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ ⟨λέγουσα⟩· ἐξανέστησε γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάιν“ (Gen. 4,25). Σὴθ ἑρμηνεύεται ποτισμός.