Pular para o conteúdo

De posteritate Caini

Philo of Alexandria · Parte 121

[121] μάρτυς δ’ ὁ νόμος ἐν ᾠδῇ μείζονι λέγων οὕτως· „ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἐγκατέλιπε θεὸν τὸν ποιήσαντα αὐτόν, καὶ ἐπελάθετο θεοῦ σωτῆρος αὐτοῦ“ (Deut. 32,15). ὄντως γὰρ οὐκέτι μέμνηνται τοῦ αἰωνίου, οἷς [43] πρὸς καιρὸν ὁ βίος ἤνθησε· νομίζουσι γοῦν τὸν καιρὸν θεόν.