[108] λύρα γε μὴν ἢ εἴ τι τῶν ὁμοίων, εἰ μὴ πληχθείη πρός [M.246] τινος, ἠρεμεῖ· λόγος τε αὖ | μὴ πληχθεὶς ὑφ’ ἡγεμονικοῦ κατὰ τἀναγκαῖον ἡσυχίαν ἄγει. καὶ μὴν ὥσπερ ὄργανα κατὰ τὰς τοῦ μέλους ἀπείρους ὅσας κράσεις μεθαρμόττεται, οὕτως καὶ ὁ λόγος συνῳδός τις ἑρμηνεὺς πραγμάτων γινόμενος ἀμυθήτους λαμβάνει μεταβολάς.