[106] τὰ μὲν γὰρ ἄλλα τῇ περὶ τὴν φωνὴν κλάσει χρώμενα καὶ ταῖς ἐπαλλήλοις τῶν τόνων μεταβολαῖς ἀκοὰς αὐτὸ μόνον ἡδύνει, ὁ δ’ ἄνθρωπος, ὥσπερ πρὸς τὸ λέγειν, οὕτως καὶ πρὸς τὸ ᾄδειν ἀρθρωθεὶς ὑπὸ φύσεως ἑκάτερον, ἀκοήν τε καὶ νοῦν, ἐπάγεται, τὴν μὲν τῷ μέλει κηλῶν, τὸν δὲ τοῖς νοήμασιν ἐπιστρέφων.