Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 98

[98] ὅταν δὲ εἰς τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται [M.344] τοῖς δόγμασι καὶ συντρέχῃ πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ ἀντὶ κακῶν ἀγαθά.