Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 93

[93] [cap.22] Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’ αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.