[85] τὸ βέβαιον ἐπεφύκεσαν; [cap.20] ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι, ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα. τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).