[69] [cap.17] τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.