Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 35

[35] καὶ μὴν ὅ γε θεὸς ὥσπερ τῶν ἄλλων καὶ τροφῆς ἀνεπιδεής ἐστιν· ἀνάγκη γὰρ τὸν τροφῇ χρώμενον δεῖσθαι μὲν τὸ πρῶτον, ἔπειτα δὲ ὄργανα εὐτρεπίσθαι, δι’ ὧν καὶ τὴν εἰσιοῦσαν παραδέξεται καὶ τὴν ἐκμασηθεῖσαν θύραζε ἀποπέμψει. [M.335] ταῦτα δὲ μακαριότητος καὶ εὐδαιμονίας τῆς περὶ τὸ αἴτιον ἀπᾴδει, τῶν ἀνθρωπόμορφον, ἔτι δὲ καὶ ἀνθρωποπαθὲς αὐτὸ εἰσαγόντων ἐπ’ εὐσεβείας καὶ ὁσιότητος καθαιρέσει,