Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 3

[3] ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ [M.330] δὲ ἀέρος καὶ πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν [1] [2] δὲ αἰθέριον ἐν κύκλῳ τόπον ὠχυροῦτο τῶν ἐντὸς ὅρον τε καὶ φυλακτήριον αὐτὸν τιθείς, ἀφ’ οὗ καὶ οὐρανὸς ὠνομάσθαι δοκεῖ· ⟨καὶ⟩ ὀχεῖσθαι μὲν γῆν ὕδατι ξηρὰν οὖσαν, ἣν δέος ἦν ὕδατι διαλύεσθαι, πυρὶ δὲ ἀέρα θερμῷ φύσει τὸν ἐξ ἑαυτοῦ ψυχρότατον, θαῦμα ἔκτοπον, ὁ θαυματοποιὸς εἰργάζετο.