[166] μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον,