Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 152

[152] ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν [45] [46] εἰρεσία, κώπη, πλάτη, τὸ πρὸς πλοῦν ἰσοδυναμοῦν ἱστίοις· ὁπότε γὰρ μὴ δύναιτο χρῆσθαι ναῦς κατὰ νηνεμίας ἢ ἀντιπνοίας ἱστίοις, πρόσκωποι καθίσαντες οἷς ἐπιμελὲς καὶ οἷα ταρσοὺς ἑκατέρωθεν ἀποτείναντες ὑπόπτερον αὐτὴν φέρεσθαι βιάζονται, ἡ δὲ ἐξαιρομένη πρὸς ὕψος, ἐπιτρέχουσα τοῖς κύμασι μᾶλλον ἢ ἐντέμνουσα ταῦτα, τροχάζουσα ταχυναυτεῖ καὶ ναυλοχωτάτοις ὑποδρόμοις ἐνορμίζεται.