[146] σῶμα κατασυρεὶς ἀναπεσεῖται. [cap.36] τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις πραγμάτων.