Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 129

[129] ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν.