Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 12

[12] τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει [4] [5] προφαίνεσθαι, καὶ οἱ ἀστέρες οὐρανῷ—ζῷα γὰρ καὶ τούτους νοερὰ δι’ ὅλων φασὶν οἱ φιλοσοφήσαντες —, ⟨ὧν⟩ οἱ μὲν πλάνητες ἐξ ἑαυτῶν, οἱ δ’ ἀπλανεῖς τῇ τοῦ παντὸς συμπεριαγόμενοι φορᾷ τόπους ἐναλλάττειν δοκοῦσι.