Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 115

[115] κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ τηλαυγέστατος.