Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 110

[110] ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. [cap.26] ἀλλ’ ἡμεῖς μὲν οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ [31] [32] τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν, καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30,37), ἵνα τῆς ἐν μέσοις ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποικιλλόμενον, φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ.