Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 103

[103] δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπόδοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα, ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι.