Pular para o conteúdo

De plantatione

Philo of Alexandria · Parte 101

[101] ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς [29] οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε ⟨ἐπὶ⟩ θήρᾳ τῆς ἐν πλείοσι πίστεως·