Pular para o conteúdo

De plantatione

Philo of Alexandria · De plantatione

De plantatione

ΠΕΡΙ ΦΥΤΟΥΡΓΙΑΣ ΝΩΕ TO ΔΕΥΤΕΡΟΝ

[1] [cap.1] [M.329] Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20).