Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 89

[89] [cap.30] Ἐπεὶ δ’ ὁ σύμπας κόσμος ἐτελειώθη κατὰ τὴν ἑξάδος ἀριθμοῦ τελείου φύσιν, τὴν ἐπιοῦσαν ἡμέραν ἑβδόμην ἐσέμνυνεν ὁ πατὴρ ἐπαινέσας καὶ ἁγίαν προσειπών· ἑορτὴ γὰρ οὐ μιᾶς πόλεως ἢ χώρας ἐστὶν ἀλλὰ τοῦ παντός, ἣν κυρίως ἄξιον καὶ μόνην πάνδημον ὀνομάζειν καὶ τοῦ κόσμου γενέθλιον.