Pular para o conteúdo

De opificio mundi

Philo of Alexandria · Parte 87

[87] ποσὶν ἀνύτει τὸν δρόμον. [cap.29] πολλὰ δ’ ἂν ἔχοι τις λέγειν ἕτερα βουλόμενος ἀπομηκύνειν εἰς ἔνδειξιν τοῦ μηδὲν ἀπελευθεριάζειν ὑπεξῃρημένον τῆς ἀνθρώπου ἡγεμονίας· δείγματος δ’ ἕνεκα καὶ τὰ ῥηθέντα ἀρκεῖ. χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν ὅτι οὐ παρ’ ὅσον ὕστατον γέγονεν ἄνθρωπος διὰ τὴν τάξιν ἠλάττωται.