[74] τῷ δὴ πάντων πατρὶ θεῷ τὰ μὲν σπουδαῖα δι’ αὑτοῦ μόνου ποιεῖν οἰκειότατον ἦν ἕνεκα τῆς πρὸς αὐτὸν συγγενείας, τὰ δὲ ἀδιάφορα οὐκ ἀλλότριον, ἐπειδὴ καὶ ταῦτα τῆς ἐχθρᾶς αὐτῷ κακίας ἀμοιρεῖ, τὰ δὲ μικτὰ τῇ μὲν οἰκεῖον τῇ δ’ ἀνοίκειον, οἰκεῖον μὲν ἕνεκα τῆς ἀνακεκραμένης βελτίονος ἰδέας, ἀνοίκειον δὲ ἕνεκα τῆς ἐναντίας καὶ χείρονος.